Judentum und Israel
haGalil onLine - http://www.hagalil.com

 

Aus der Septuaginta:
Das Zweite Buch der Makkabäer

[Deutsche Übersetzung]

1

1 Τοῖς ἀδελϕοῖς τοῖς κατ᾽ Αἴγυπτον Ιουδαίοις χαίρειν οἱ ἀδελϕοὶ οἱ ἐν Ιεροσολύμοις Ιουδαῖοι καὶ οἱ ἐν τῇ χώρᾳ τῆς Ιουδαίας εἰρήνην ἀγαϑήν· 2 καὶ ἀγαϑοποιήσαι ὑμῖν ὁ ϑεὸς καὶ μνησϑείη τῆς διαϑήκης αὐτοῦ τῆς πρὸς Αβρααμ καὶ Ισαακ καὶ Ιακωβ τῶν δούλων αὐτοῦ τῶν πιστῶν· 3 καὶ δῴη ὑμῖν καρδίαν πᾶσιν εἰς τὸ σέβεσϑαι αὐτὸν καὶ ποιεῖν αὐτοῦ τὰ ϑελήματα καρδίᾳ μεγάλῃ καὶ ψυχῇ βουλομένῃ· 4 καὶ διανοίξαι τὴν καρδίαν ὑμῶν ἐν τῷ νόμῳ αὐτοῦ καὶ ἐν τοῖς προστάγμασιν καὶ εἰρήνην ποιήσαι 5 καὶ ἐπακούσαι ὑμῶν τῶν δεήσεων καὶ καταλλαγείη ὑμῖν καὶ μὴ ὑμᾶς ἐγκαταλίποι ἐν καιρῷ πονηρῷ. 6 καὶ νῦν ὧδέ ἐσμεν προσευχόμενοι περὶ ὑμῶν. 7 βασιλεύοντος Δημητρίου ἔτους ἑκατοστοῦ ἑξηκοστοῦ ἐνάτου ἡμεῖς οἱ Ιουδαῖοι γεγράϕαμεν ὑμῖν ἐν τῇ ϑλίψει καὶ ἐν τῇ ἀκμῇ τῇ ἐπελϑούσῃ ἡμῖν ἐν τοῖς ἔτεσιν τούτοις ἀϕ᾽ οὗ ἀπέστη Ἰάσων καὶ οἱ μετ᾽ αὐτοῦ ἀπὸ τῆς ἁγίας γῆς καὶ τῆς βασιλείας 8 καὶ ἐνεπύρισαν τὸν πυλῶνα καὶ ἐξέχεαν αἷμα ἀϑῶον· καὶ ἐδεήϑημεν τοῦ κυρίου καὶ εἰσηκούσϑημεν καὶ προσηνέγκαμεν ϑυσίαν καὶ σεμίδαλιν καὶ ἐξήψαμεν τοὺς λύχνους καὶ προεϑήκαμεν τοὺς ἄρτους. 9 καὶ νῦν ἵνα ἄγητε τὰς ἡμέρας τῆς σκηνοπηγίας τοῦ Χασελευ μηνός. ἔτους ἑκατοστοῦ ὀγδοηκοστοῦ καὶ ὀγδόου. 10 Οἱ ἐν Ιεροσολύμοις καὶ οἱ ἐν τῇ Ιουδαίᾳ καὶ ἡ γερουσία καὶ Ιουδας Ἀριστοβούλῳ διδασκάλῳ Πτολεμαίου τοῦ βασιλέως, ὄντι δὲ ἀπὸ τοῦ τῶν χριστῶν ἱερέων γένους, καὶ τοῖς ἐν Αἰγύπτῳ Ιουδαίοις χαίρειν καὶ ὑγιαίνειν. 11 ἐκ μεγάλων κινδύνων ὑπὸ τοῦ ϑεοῦ σεσῳσμένοι μεγάλως εὐχαριστοῦμεν αὐτῷ ὡς ἂν πρὸς βασιλέα παρατασσόμενοι· 12 αὐτὸς γὰρ ἐξέβρασεν τοὺς παραταξαμένους ἐν τῇ ἁγίᾳ πόλει. 13 εἰς τὴν Περσίδα γενόμενος γὰρ ὁ ἡγεμὼν καὶ ἡ περὶ αὐτὸν ἀνυπόστατος δοκοῦσα εἶναι δύναμις κατεκόπησαν ἐν τῷ τῆς Ναναίας ἱερῷ, παραλογισμῷ χρησαμένων τῶν περὶ τὴν Ναναίαν ἱερέων. 14 ὡς γὰρ συνοικήσων αὐτῇ παρεγένετο εἰς τὸν τόπον ὅ τε Ἀντίοχος καὶ οἱ σὺν αὐτῷ ϕίλοι χάριν τοῦ λαβεῖν τὰ χρήματα πλείονα εἰς ϕερνῆς λόγον 15 καὶ προϑέντων αὐτὰ τῶν ἱερέων τοῦ Ναναίου κἀκείνου προσελϑόντος μετ᾽ ὀλίγων εἰς τὸν περίβολον τοῦ τεμένους, συγκλείσαντες τὸ ἱερόν, ὡς εἰσῆλϑεν Ἀντίοχος, 16 ἀνοίξαντες τὴν τοῦ ϕατνώματος κρυπτὴν ϑύραν βάλλοντες πέτρους συνεκεραύνωσαν τὸν ἡγεμόνα καὶ μέλη ποιήσαντες καὶ τὰς κεϕαλὰς ἀϕελόντες τοῖς ἔξω παρέρριψαν. 17 κατὰ πάντα εὐλογητὸς ἡμῶν ὁ ϑεός, ὃς παρέδωκεν τοὺς ἀσεβήσαντας. 18 μέλλοντες ἄγειν ἐν τῷ Χασελευ πέμπτῃ καὶ εἰκάδι τὸν καϑαρισμὸν τοῦ ἱεροῦ δέον ἡγησάμεϑα διασαϕῆσαι ὑμῖν, ἵνα καὶ αὐτοὶ ἄγητε σκηνοπηγίας καὶ τοῦ πυρός, ὅτε Νεεμιας ὁ οἰκοδομήσας τό τε ἱερὸν καὶ τὸ ϑυσιαστήριον ἀνήνεγκεν ϑυσίας. 19 καὶ γὰρ ὅτε εἰς τὴν Περσικὴν ἤγοντο ἡμῶν οἱ πατέρες, οἱ τότε εὐσεβεῖς ἱερεῖς λαβόντες ἀπὸ τοῦ πυρὸς τοῦ ϑυσιαστηρίου λαϑραίως κατέκρυψαν ἐν κοιλώματι ϕρέατος τάξιν ἔχοντος ἄνυδρον, ἐν ᾧ κατησϕαλίσαντο ὥστε πᾶσιν ἄγνωστον εἶναι τὸν τόπον. 20 διελϑόντων δὲ ἐτῶν ἱκανῶν, ὅτε ἔδοξεν τῷ ϑεῷ, ἀποσταλεὶς Νεεμιας ὑπὸ τοῦ βασιλέως τῆς Περσίδος τοὺς ἐκγόνους τῶν ἱερέων τῶν ἀποκρυψάντων ἔπεμψεν ἐπὶ τὸ πῦρ· ὡς δὲ διεσάϕησαν ἡμῖν μὴ εὑρηκέναι πῦρ, ἀλλὰ ὕδωρ παχύ, ἐκέλευσεν αὐτοὺς ἀποβάψαντας ϕέρειν. 21 ὡς δὲ ἀνηνέχϑη τὰ τῶν ϑυσιῶν, ἐκέλευσεν τοὺς ἱερεῖς Νεεμιας ἐπιρρᾶναι τῷ ὕδατι τά τε ξύλα καὶ τὰ ἐπικείμενα. 22 ὡς δὲ ἐγένετο τοῦτο καὶ χρόνος διῆλϑεν ὅ τε ἥλιος ἀνέλαμψεν πρότερον ἐπινεϕὴς ὤν, ἀνήϕϑη πυρὰ μεγάλη ὥστε ϑαυμάσαι πάντας. 23 προσευχὴν δὲ ἐποιήσαντο οἱ ἱερεῖς δαπανωμένης τῆς ϑυσίας, οἵ τε ἱερεῖς καὶ πάντες, καταρχομένου Ιωναϑου, τῶν δὲ λοιπῶν ἐπιϕωνούντων ὡς Νεεμιου· 24 ἦν δὲ ἡ προσευχὴ τὸν τρόπον ἔχουσα τοῦτον Κύριε κύριε ὁ ϑεός, ὁ πάντων κτίστης, ὁ ϕοβερὸς καὶ ἰσχυρὸς καὶ δίκαιος καὶ ἐλεήμων, ὁ μόνος βασιλεὺς καὶ χρηστός, 25 ὁ μόνος χορηγός, ὁ μόνος δίκαιος καὶ παντοκράτωρ καὶ αἰώνιος, ὁ διασῴζων τὸν Ισραηλ ἐκ παντὸς κακοῦ, ὁ ποιήσας τοὺς πατέρας ἐκλεκτοὺς καὶ ἁγιάσας αὐτούς, 26 πρόσδεξαι τὴν ϑυσίαν ὑπὲρ παντὸς τοῦ λαοῦ σου Ισραηλ καὶ διαϕύλαξον τὴν μερίδα σου καὶ καϑαγίασον. 27 ἐπισυνάγαγε τὴν διασπορὰν ἡμῶν, ἐλευϑέρωσον τοὺς δουλεύοντας ἐν τοῖς ἔϑνεσιν, τοὺς ἐξουϑενημένους καὶ βδελυκτοὺς ἔπιδε, καὶ γνώτωσαν τὰ ἔϑνη ὅτι σὺ εἶ ὁ ϑεὸς ἡμῶν. 28 βασάνισον τοὺς καταδυναστεύοντας καὶ ἐξυβρίζοντας ἐν ὑπερηϕανίᾳ. 29 καταϕύτευσον τὸν λαόν σου εἰς τὸν τόπον τὸν ἅγιόν σου, καϑὼς εἶπεν Μωϋσῆς. 30 Οἱ δὲ ἱερεῖς ἐπέψαλλον τοὺς ὕμνους. 31 καϑὼς δὲ ἀνηλώϑη τὰ τῆς ϑυσίας, καὶ τὸ περιλειπόμενον ὕδωρ ὁ Νεεμιας ἐκέλευσεν λίϑους μείζονας καταχεῖν. 32 ὡς δὲ τοῦτο ἐγενήϑη, ϕλὸξ ἀνήϕϑη· τοῦ δὲ ἀπὸ τοῦ ϑυσιαστηρίου ἀντιλάμψαντος ϕωτὸς ἐδαπανήϑη. 33 ὡς δὲ ϕανερὸν ἐγενήϑη τὸ πρᾶγμα, καὶ διηγγέλη τῷ βασιλεῖ τῶν Περσῶν ὅτι εἰς τὸν τόπον, οὗ τὸ πῦρ ἔκρυψαν οἱ μεταχϑέντες ἱερεῖς, τὸ ὕδωρ ἐϕάνη, ἀϕ᾽ οὗ καὶ οἱ περὶ τὸν Νεεμιαν ἥγνισαν τὰ τῆς ϑυσίας, 34 περιϕράξας δὲ ὁ βασιλεὺς ἱερὸν ἐποίησεν δοκιμάσας τὸ πρᾶγμα. 35 καὶ οἷς ἐχαρίζετο ὁ βασιλεύς, πολλὰ διάϕορα ἐλάμβανεν καὶ μετεδίδου. 36 προσηγόρευσαν δὲ οἱ περὶ τὸν Νεεμιαν τοῦτο νεϕϑαρ, ὃ διερμηνεύεται καϑαρισμός· καλεῖται δὲ παρὰ τοῖς πολλοῖς νεϕϑαι.

2

1 Εὑρίσκεται δὲ ἐν ταῖς ἀπογραϕαῖς Ιερεμιας ὁ προϕήτης ὅτι ἐκέλευσεν τοῦ πυρὸς λαβεῖν τοὺς μεταγενομένους, ὡς σεσήμανται, 2 καὶ ὡς ἐνετείλατο τοῖς μεταγενομένοις ὁ προϕήτης δοὺς αὐτοῖς τὸν νόμον, ἵνα μὴ ἐπιλάϑωνται τῶν προσταγμάτων τοῦ κυρίου, καὶ ἵνα μὴ ἀποπλανηϑῶσιν ταῖς διανοίαις βλέποντες ἀγάλματα χρυσᾶ καὶ ἀργυρᾶ καὶ τὸν περὶ αὐτὰ κόσμον· 3 καὶ ἕτερα τοιαῦτα λέγων παρεκάλει μὴ ἀποστῆναι τὸν νόμον ἀπὸ τῆς καρδίας αὐτῶν. 4 ἦν δὲ ἐν τῇ γραϕῇ ὡς τὴν σκηνὴν καὶ τὴν κιβωτὸν ἐκέλευσεν ὁ προϕήτης χρηματισμοῦ γενηϑέντος αὐτῷ συνακολουϑεῖν· ὡς δὲ ἐξῆλϑεν εἰς τὸ ὄρος, οὗ ὁ Μωϋσῆς ἀναβὰς ἐϑεάσατο τὴν τοῦ ϑεοῦ κληρονομίαν. 5 καὶ ἐλϑὼν ὁ Ιερεμιας εὗρεν οἶκον ἀντρώδη καὶ τὴν σκηνὴν καὶ τὴν κιβωτὸν καὶ τὸ ϑυσιαστήριον τοῦ ϑυμιάματος εἰσήνεγκεν ἐκεῖ καὶ τὴν ϑύραν ἐνέϕραξεν. 6 καὶ προσελϑόντες τινὲς τῶν συνακολουϑούντων ὥστε ἐπισημάνασϑαι τὴν ὁδὸν καὶ οὐκ ἐδυνήϑησαν εὑρεῖν. 7 ὡς δὲ ὁ Ιερεμιας ἔγνω, μεμψάμενος αὐτοῖς εἶπεν ὅτι Καὶ ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ ϑεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ καὶ ἵλεως γένηται· 8 καὶ τότε ὁ κύριος ἀναδείξει ταῦτα, καὶ ὀϕϑήσεται ἡ δόξα τοῦ κυρίου καὶ ἡ νεϕέλη, ὡς ἐπὶ Μωυσῇ ἐδηλοῦτο, ὡς καὶ ὁ Σαλωμων ἠξίωσεν ἵνα ὁ τόπος καϑαγιασϑῇ μεγάλως. 9 διεσαϕεῖτο δὲ καὶ ὡς σοϕίαν ἔχων ἀνήνεγκεν ϑυσίαν ἐγκαινισμοῦ καὶ τῆς τελειώσεως τοῦ ἱεροῦ. 10 καϑὼς καὶ Μωϋσῆς προσηύξατο πρὸς κύριον, καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ τὰ τῆς ϑυσίας ἐδαπάνησεν, οὕτως καὶ Σαλωμων προσηύξατο, καὶ καταβὰν τὸ πῦρ ἀνήλωσεν τὰ ὁλοκαυτώματα. 11 καὶ εἶπεν Μωϋσῆς Διὰ τὸ μὴ βεβρῶσϑαι τὸ περὶ τῆς ἁμαρτίας ἀνηλώϑη. 12 ὡσαύτως καὶ ὁ Σαλωμων τὰς ὀκτὼ ἡμέρας ἤγαγεν. 13 ἐξηγοῦντο δὲ καὶ ἐν ταῖς ἀναγραϕαῖς καὶ ἐν τοῖς ὑπομνηματισμοῖς τοῖς κατὰ τὸν Νεεμιαν τὰ αὐτὰ καὶ ὡς καταβαλλόμενος βιβλιοϑήκην ἐπισυνήγαγεν τὰ περὶ τῶν βασιλέων βιβλία καὶ προϕητῶν καὶ τὰ τοῦ Δαυιδ καὶ ἐπιστολὰς βασιλέων περὶ ἀναϑεμάτων. 14 ὡσαύτως δὲ καὶ Ιουδας τὰ διαπεπτωκότα διὰ τὸν γεγονότα πόλεμον ἡμῖν ἐπισυνήγαγεν πάντα, καὶ ἔστιν παρ᾽ ἡμῖν· 15 ὧν οὖν ἐὰν χρείαν ἔχητε, τοὺς ἀποκομιοῦντας ὑμῖν ἀποστέλλετε. 16 Μέλλοντες οὖν ἄγειν τὸν καϑαρισμὸν ἐγράψαμεν ὑμῖν· καλώς οὖν ποιήσετε ἄγοντες τὰς ἡμέρας. 17 ὁ δὲ ϑεὸς ὁ σώσας τὸν πάντα λαὸν αὐτοῦ καὶ ἀποδοὺς τὴν κληρονομίαν πᾶσιν καὶ τὸ βασίλειον καὶ τὸ ἱεράτευμα καὶ τὸν ἁγιασμόν, 18 καϑὼς ἐπηγγείλατο διὰ τοῦ νόμου· ἐλπίζομεν γὰρ ἐπὶ τῷ ϑεῷ ὅτι ταχέως ἡμᾶς ἐλεήσει καὶ ἐπισυνάξει ἐκ τῆς ὑπὸ τὸν οὐρανὸν εἰς τὸν ἅγιον τόπον· ἐξείλετο γὰρ ἡμᾶς ἐκ μεγάλων κακῶν καὶ τὸν τόπον ἐκαϑάρισεν. 19 Τὰ δὲ κατὰ τὸν Ιουδαν τὸν Μακκαβαῖον καὶ τοὺς τούτου ἀδελϕοὺς καὶ τὸν τοῦ ἱεροῦ τοῦ μεγίστου καϑαρισμὸν καὶ τὸν τοῦ βωμοῦ ἐγκαινισμὸν 20 ἔτι τε τοὺς πρὸς Ἀντίοχον τὸν Ἐπιϕανῆ καὶ τὸν τούτου υἱὸν Εὐπάτορα πολέμους 21 καὶ τὰς ἐξ οὐρανοῦ γενομένας ἐπιϕανείας τοῖς ὑπὲρ τοῦ Ιουδαισμοῦ ϕιλοτίμως ἀνδραγαϑήσασιν, ὥστε τὴν ὅλην χώραν ὀλίγους ὄντας λεηλατεῖν καὶ τὰ βάρβαρα πλήϑη διώκειν, 22 καὶ τὸ περιβόητον καϑ᾽ ὅλην τὴν οἰκουμένην ἱερὸν ἀνακομίσασϑαι καὶ τὴν πόλιν ἐλευϑερῶσαι καὶ τοὺς μέλλοντας καταλύεσϑαι νόμους ἐπανορϑῶσαι, τοῦ κυρίου μετὰ πάσης ἐπιεικείας ἵλεω γενομένου αὐτοῖς, 23 ὑπὸ Ἰάσωνος τοῦ Κυρηναίου δεδηλωμένα διὰ πέντε βιβλίων πειρασόμεϑα δι᾽ ἑνὸς συντάγματος ἐπιτεμεῖν. 24 συνορῶντες γὰρ τὸ χύμα τῶν ἀριϑμῶν καὶ τὴν οὖσαν δυσχέρειαν τοῖς ϑέλουσιν εἰσκυκλεῖσϑαι τοῖς τῆς ἱστορίας διηγήμασιν διὰ τὸ πλῆϑος τῆς ὕλης 25 ἐϕροντίσαμεν τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ ϕιλοϕρονοῦσιν εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐκοπίαν, πᾶσιν δὲ τοῖς ἐντυγχάνουσιν ὠϕέλειαν. 26 καὶ ἡμῖν μὲν τοῖς τὴν κακοπάϑειαν ἐπιδεδεγμένοις τῆς ἐπιτομῆς οὐ ῥᾴδιον, ἱδρῶτος δὲ καὶ ἀγρυπνίας τὸ πρᾶγμα, 27 καϑάπερ τῷ παρασκευάζοντι συμπόσιον καὶ ζητοῦντι τὴν ἑτέρων λυσιτέλειαν οὐκ εὐχερές, ὅμως διὰ τὴν τῶν πολλῶν εὐχαριστίαν ἡδέως τὴν κακοπάϑειαν ὑποίσομεν 28 τὸ μὲν διακριβοῦν περὶ ἑκάστων τῷ συγγραϕεῖ παραχωρήσαντες, τὸ δὲ ἐπιπορεύεσϑαι τοῖς ὑπογραμμοῖς τῆς ἐπιτομῆς διαπονοῦντες. 29 καϑάπερ γὰρ τῆς καινῆς οἰκίας ἀρχιτέκτονι τῆς ὅλης καταβολῆς ϕροντιστέον, τῷ δὲ ἐγκαίειν καὶ Ζωγραϕεῖν ἐπιχειροῦντι τὰ ἐπιτήδεια πρὸς διακόσμησιν ἐξεταστέον, οὕτως δοκῶ καὶ ἐπὶ ἡμῶν. 30 τὸ μὲν ἐμβατεύειν καὶ περίπατον ποιεῖσϑαι λόγων καὶ πολυπραγμονεῖν ἐν τοῖς κατὰ μέρος τῷ τῆς ἱστορίας ἀρχηγέτῃ καϑήκει· 31 τὸ δὲ σύντομον τῆς λέξεως μεταδιώκειν καὶ τὸ ἐξεργαστικὸν τῆς πραγματείας παραιτεῖσϑαι τῷ τὴν μετάϕρασιν ποιουμένῳ συγχωρητέον. 32 ἐντεῦϑεν οὖν ἀρξώμεϑα τῆς διηγήσεως τοῖς προειρημένοις τοσοῦτον ἐπιζεύξαντες· εὔηϑες γὰρ τὸ μὲν πρὸ τῆς ἱστορίας πλεονάζειν, τὴν δὲ ἱστορίαν ἐπιτεμεῖν.

3

1 Τῆς ἁγίας πόλεως κατοικουμένης μετὰ πάσης εἰρήνης καὶ τῶν νόμων ὅτι κάλλιστα συντηρουμένων διὰ τὴν Ονιου τοῦ ἀρχιερέως εὐσέβειάν τε καὶ μισοπονηρίαν 2 συνέβαινεν καὶ αὐτοὺς τοὺς βασιλεῖς τιμᾶν τὸν τόπον καὶ τὸ ἱερὸν ἀποστολαῖς ταῖς κρατίσταις δοξάζειν 3 ὥστε καὶ Σέλευκον τὸν τῆς Ἀσίας βασιλέα χορηγεῖν ἐκ τῶν ἰδίων προσόδων πάντα τὰ πρὸς τὰς λειτουργίας τῶν ϑυσιῶν ἐπιβάλλοντα δαπανήματα. 4 Σιμων δέ τις ἐκ τῆς Βενιαμιν ϕυλῆς προστάτης τοῦ ἱεροῦ καϑεσταμένος διηνέχϑη τῷ ἀρχιερεῖ περὶ τῆς κατὰ τὴν πόλιν ἀγορανομίας· 5 καὶ νικῆσαι τὸν Ονιαν μὴ δυνάμενος ἦλϑεν πρὸς Ἀπολλώνιον Θαρσεου τὸν κατ᾽ ἐκεῖνον τὸν καιρὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν 6 καὶ προσήγγειλεν περὶ τοῦ χρημάτων ἀμυϑήτων γέμειν τὸ ἐν Ιεροσολύμοις γαζοϕυλάκιον ὥστε τὸ πλῆϑος τῶν διαϕόρων ἀναρίϑμητον εἶναι, καὶ μὴ προσήκειν αὐτὰ πρὸς τὸν τῶν ϑυσιῶν λόγον, εἶναι δὲ δυνατὸν ὑπὸ τὴν τοῦ βασιλέως ἐξουσίαν πεσεῖν ταῦτα. 7 συμμείξας δὲ ὁ Ἀπολλώνιος τῷ βασιλεῖ περὶ τῶν μηνυϑέντων αὐτῷ χρημάτων ἐνεϕάνισεν· ὁ δὲ προχειρισάμενος Ἡλιόδωρον τὸν ἐπὶ τῶν πραγμάτων ἀπέστειλεν δοὺς ἐντολὰς τὴν τῶν προειρημένων χρημάτων ἐκκομιδὴν ποιήσασϑαι. 8 εὐϑέως δὲ ὁ Ἡλιόδωρος ἐποιεῖτο τὴν πορείαν, τῇ μὲν ἐμϕάσει ὡς τὰς κατὰ Κοίλην Συρίαν καὶ Φοινίκην πόλεις ἐϕοδεῦσαι, τῷ πράγματι δὲ τὴν τοῦ βασιλέως πρόϑεσιν ἐπιτελεῖν. 9 παραγενηϑεὶς δὲ εἰς Ιεροσόλυμα καὶ ϕιλοϕρόνως ὑπὸ τοῦ ἀρχιερέως τῆς πόλεως ἀποδεχϑεὶς ἀνέϑετο περὶ τοῦ γεγονότος ἐμϕανισμοῦ, καὶ τίνος ἕνεκεν πάρεστιν διεσάϕησεν· ἐπυνϑάνετο δὲ εἰ ταῖς ἀληϑείαις ταῦτα οὕτως ἔχοντα τυγχάνει. 10 τοῦ δὲ ἀρχιερέως ὑποδείξαντος παρακαταϑήκας εἶναι χηρῶν τε καὶ ὀρϕανῶν, 11 τινὰ δὲ καὶ Ὑρκανοῦ τοῦ Τωβιου σϕόδρα ἀνδρὸς ἐν ὑπεροχῇ κειμένου – οὕτως ἦν διαβάλλων ὁ δυσσεβὴς Σιμων – , τὰ δὲ πάντα ἀργυρίου τετρακόσια τάλαντα, χρυσίου δὲ διακόσια· 12 ἀδικηϑῆναι δὲ τοὺς πεπιστευκότας τῇ τοῦ τόπου ἁγιωσύνῃ καὶ τῇ τοῦ τετιμημένου κατὰ τὸν σύμπαντα κόσμον ἱεροῦ σεμνότητι καὶ ἀσυλίᾳ παντελῶς ἀμήχανον εἶναι. 13 ὁ δὲ Ἡλιόδωρος, δι᾽ ἃς εἶχεν βασιλικὰς ἐντολάς, πάντως ἔλεγεν εἰς τὸ βασιλικὸν ἀναλημπτέα ταῦτα εἶναι. 14 ταξάμενος δὲ ἡμέραν εἰσῄει τὴν περὶ τούτων ἐπίσκεψιν οἰκονομήσων· ἦν δὲ οὐ μικρὰ καϑ᾽ ὅλην τὴν πόλιν ἀγωνία. 15 οἱ δὲ ἱερεῖς πρὸ τοῦ ϑυσιαστηρίου ἐν ταῖς ἱερατικαῖς στολαῖς ῥίψαντες ἑαυτοὺς ἐπεκαλοῦντο εἰς οὐρανὸν τὸν περὶ παρακαταϑήκης νομοϑετήσαντα τοῖς παρακαταϑεμένοις ταῦτα σῶα διαϕυλάξαι. 16 ἦν δὲ ὁρῶντα τὴν τοῦ ἀρχιερέως ἰδέαν τιτρώσκεσϑαι τὴν διάνοιαν· ἡ γὰρ ὄψις καὶ τὸ τῆς χρόας παρηλλαγμένον ἐνέϕαινεν τὴν κατὰ ψυχὴν ἀγωνίαν· 17 περιεκέχυτο γὰρ περὶ τὸν ἄνδρα δέος τι καὶ ϕρικασμὸς σώματος, δι᾽ ὧν πρόδηλον ἐγίνετο τοῖς ϑεωροῦσιν τὸ κατὰ καρδίαν ἐνεστὸς ἄλγος. 18 ἔτι δὲ ἐκ τῶν οἰκιῶν ἀγεληδὸν ἐξεπήδων ἐπὶ πάνδημον ἱκετείαν διὰ τὸ μέλλειν εἰς καταϕρόνησιν ἔρχεσϑαι τὸν τόπον. 19 ὑπεζωσμέναι δὲ ὑπὸ τοὺς μαστοὺς αἱ γυναῖκες σάκκους κατὰ τὰς ὁδοὺς ἐπλήϑυνον· αἱ δὲ κατάκλειστοι τῶν παρϑένων, αἱ μὲν συνέτρεχον ἐπὶ τοὺς πυλῶνας, αἱ δὲ ἐπὶ τὰ τείχη, τινὲς δὲ διὰ τῶν ϑυρίδων διεξέκυπτον· 20 πᾶσαι δὲ προτείνουσαι τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐποιοῦντο τὴν λιτανείαν· 21 ἐλεεῖν δ᾽ ἦν τὴν τοῦ πλήϑους παμμιγῆ πρόπτωσιν τήν τε τοῦ μεγάλως ἀγωνιῶντος ἀρχιερέως προσδοκίαν. 22 οἱ μὲν οὖν ἐπεκαλοῦντο τὸν παγκρατῆ κύριον τὰ πεπιστευμένα τοῖς πεπιστευκόσιν σῶα διαϕυλάσσειν μετὰ πάσης ἀσϕαλείας. 23 ὁ δὲ Ἡλιόδωρος τὸ διεγνωσμένον ἐπετέλει. 24 αὐτόϑι δὲ αὐτοῦ σὺν τοῖς δορυϕόροις κατὰ τὸ γαζοϕυλάκιον ἤδη παρόντος ὁ τῶν πνευμάτων καὶ πάσης ἐξουσίας δυνάστης ἐπιϕάνειαν μεγάλην ἐποίησεν ὥστε πάντας τοὺς κατατολμήσαντας συνελϑεῖν καταπλαγέντας τὴν τοῦ ϑεοῦ δύναμιν εἰς ἔκλυσιν καὶ δειλίαν τραπῆναι· 25 ὤϕϑη γάρ τις ἵππος αὐτοῖς ϕοβερὸν ἔχων τὸν ἐπιβάτην καὶ καλλίστῃ σαγῇ διακεκοσμημένος, ϕερόμενος δὲ ῥύδην ἐνέσεισεν τῷ Ἡλιοδώρῳ τὰς ἐμπροσϑίους ὁπλάς· ὁ δὲ ἐπικαϑήμενος ἐϕαίνετο χρυσῆν πανοπλίαν ἔχων. 26 ἕτεροι δὲ δύο προσεϕάνησαν αὐτῷ νεανίαι τῇ ῥώμῃ μὲν ἐκπρεπεῖς, κάλλιστοι δὲ τὴν δόξαν, διαπρεπεῖς δὲ τὴν περιβολήν, οἳ καὶ περιστάντες ἐξ ἑκατέρου μέρους ἐμαστίγουν αὐτὸν ἀδιαλείπτως πολλὰς ἐπιρριπτοῦντες αὐτῷ πληγάς. 27 ἄϕνω δὲ πεσόντα πρὸς τὴν γῆν καὶ πολλῷ σκότει περιχυϑέντα συναρπάσαντες καὶ εἰς ϕορεῖον ἐνϑέντες 28 τὸν ἄρτι μετὰ πολλῆς παραδρομῆς καὶ πάσης δορυϕορίας εἰς τὸ προειρημένον εἰσελϑόντα γαζοϕυλάκιον ἔϕερον ἀβοήϑητον ἑαυτῷ καϑεστῶτα ϕανερῶς τὴν τοῦ ϑεοῦ δυναστείαν ἐπεγνωκότες. 29 καὶ ὁ μὲν διὰ τὴν ϑείαν ἐνέργειαν ἄϕωνος καὶ πάσης ἐστερημένος ἐλπίδος καὶ σωτηρίας ἔρριπτο, 30 οἱ δὲ τὸν κύριον εὐλόγουν τὸν παραδοξάζοντα τὸν ἑαυτοῦ τόπον, καὶ τὸ μικρῷ πρότερον δέους καὶ ταραχῆς γέμον ἱερὸν τοῦ παντοκράτορος ἐπιϕανέντος κυρίου χαρᾶς καὶ εὐϕροσύνης ἐπεπλήρωτο. 31 ταχὺ δέ τινες τῶν τοῦ Ἡλιοδώρου συνήϑων ἠξίουν τὸν Ονιαν ἐπικαλέσασϑαι τὸν ὕψιστον καὶ τὸ ζῆν χαρίσασϑαι τῷ παντελῶς ἐν ἐσχάτῃ πνοῇ κειμένῳ. 32 ὕποπτος δὲ γενόμενος ὁ ἀρχιερεὺς μήποτε διάλημψιν ὁ βασιλεὺς σχῇ κακουργίαν τινὰ περὶ τὸν Ἡλιόδωρον ὑπὸ τῶν Ιουδαίων συντετελέσϑαι προσήγαγεν ϑυσίαν ὑπὲρ τῆς τοῦ ἀνδρὸς σωτηρίας. 33 ποιουμένου δὲ τοῦ ἀρχιερέως τὸν ἱλασμὸν οἱ αὐτοὶ νεανίαι πάλιν ἐϕάνησαν τῷ Ἡλιοδώρῳ ἐν ταῖς αὐταῖς ἐσϑήσεσιν ἐστολισμένοι καὶ στάντες εἶπον Πολλὰς Ονια τῷ ἀρχιερεῖ χάριτας ἔχε, διὰ γὰρ αὐτόν σοι κεχάρισται τὸ ζῆν ὁ κύριος· 34 σὺ δὲ ἐξ οὐρανοῦ μεμαστιγωμένος διάγγελλε πᾶσι τὸ μεγαλεῖον τοῦ ϑεοῦ κράτος. ταῦτα δὲ εἰπόντες ἀϕανεῖς ἐγένοντο. 35 ὁ δὲ Ἡλιόδωρος ϑυσίαν ἀνενέγκας τῷ κυρίῳ καὶ εὐχὰς μεγίστας εὐξάμενος τῷ τὸ ζῆν περιποιήσαντι καὶ τὸν Ονιαν ἀποδεξάμενος ἀνεστρατοπέδευσεν πρὸς τὸν βασιλέα. 36 ἐξεμαρτύρει δὲ πᾶσιν ἅπερ ἦν ὑπ᾽ ὄψιν τεϑεαμένος ἔργα τοῦ μεγίστου ϑεοῦ. 37 τοῦ δὲ βασιλέως ἐπερωτήσαντος τὸν Ἡλιόδωρον ποῖός τις εἴη ἐπιτήδειος ἔτι ἅπαξ διαπεμϕϑῆναι εἰς Ιεροσόλυμα, ἔϕησεν 38 Εἴ τινα ἔχεις πολέμιον ἢ πραγμάτων ἐπίβουλον, πέμψον αὐτὸν ἐκεῖ, καὶ μεμαστιγωμένον αὐτὸν προσδέξῃ, ἐάνπερ καὶ διασωϑῇ, διὰ τὸ περὶ τὸν τόπον ἀληϑῶς εἶναί τινα ϑεοῦ δύναμιν· 39 αὐτὸς γὰρ ὁ τὴν κατοικίαν ἐπουράνιον ἔχων ἐπόπτης ἐστὶν καὶ βοηϑὸς ἐκείνου τοῦ τόπου καὶ τοὺς παραγινομένους ἐπὶ κακώσει τύπτων ἀπολλύει. 40 καὶ τὰ μὲν κατὰ Ἡλιόδωρον καὶ τὴν τοῦ γαζοϕυλακίου τήρησιν οὕτως ἐχώρησεν.

4

1 Ὁ δὲ προειρημένος Σιμων ὁ τῶν χρημάτων καὶ τῆς πατρίδος ἐνδείκτης γεγονὼς ἐκακολόγει τὸν Ονιαν, ὡς αὐτός τε εἴη τὸν Ἡλιόδωρον ἐπισεσεικὼς καὶ τῶν κακῶν δημιουργὸς καϑεστηκώς, 2 καὶ τὸν εὐεργέτην τῆς πόλεως καὶ τὸν κηδεμόνα τῶν ὁμοεϑνῶν καὶ ζηλωτὴν τῶν νόμων ἐπίβουλον τῶν πραγμάτων ἐτόλμα λέγειν. 3 τῆς δὲ ἔχϑρας ἐπὶ τοσοῦτον προβαινούσης ὥστε καὶ διά τινος τῶν ὑπὸ τοῦ Σιμωνος δεδοκιμασμένων ϕόνους συντελεῖσϑαι, 4 συνορῶν ὁ Ονιας τὸ χαλεπὸν τῆς ϕιλονεικίας καὶ Ἀπολλώνιον Μενεσϑέως τὸν Κοίλης Συρίας καὶ Φοινίκης στρατηγὸν συναύξοντα τὴν κακίαν τοῦ Σιμωνος, 5 πρὸς τὸν βασιλέα διεκομίσϑη οὐ γινόμενος τῶν πολιτῶν κατήγορος, τὸ δὲ σύμϕορον κοινῇ καὶ κατ᾽ ἰδίαν παντὶ τῷ πλήϑει σκοπῶν· 6 ἑώρα γὰρ ἄνευ βασιλικῆς προνοίας ἀδύνατον εἶναι τυχεῖν εἰρήνης ἔτι τὰ πράγματα καὶ τὸν Σιμωνα παῦλαν οὐ λημψόμενον τῆς ἀνοίας. 7 Μεταλλάξαντος δὲ τὸν βίον Σελεύκου καὶ παραλαβόντος τὴν βασιλείαν Ἀντιόχου τοῦ προσαγορευϑέντος Ἐπιϕανοῦς ὑπενόϑευσεν Ἰάσων ὁ ἀδελϕὸς Ονιου τὴν ἀρχιερωσύνην 8 ἐπαγγειλάμενος τῷ βασιλεῖ δι᾽ ἐντεύξεως ἀργυρίου τάλαντα ἑξήκοντα πρὸς τοῖς τριακοσίοις καὶ προσόδου τινὸς ἄλλης τάλαντα ὀγδοήκοντα. 9 πρὸς δὲ τούτοις ὑπισχνεῖτο καὶ ἕτερα διαγράϕειν πεντήκοντα πρὸς τοῖς ἑκατόν, ἐὰν ἐπιχωρηϑῇ διὰ τῆς ἐξουσίας αὐτοῦ γυμνάσιον καὶ ἐϕηβεῖον αὐτῷ συστήσασϑαι καὶ τοὺς ἐν Ιεροσολύμοις Ἀντιοχεῖς ἀναγράψαι. 10 ἐπινεύσαντος δὲ τοῦ βασιλέως καὶ τῆς ἀρχῆς κρατήσας εὐϑέως πρὸς τὸν Ἑλληνικὸν χαρακτῆρα τοὺς ὁμοϕύλους μετέστησε. 11 καὶ τὰ κείμενα τοῖς Ιουδαίοις ϕιλάνϑρωπα βασιλικὰ διὰ Ιωάννου τοῦ πατρὸς Εὐπολέμου τοῦ ποιησαμένου τὴν πρεσβείαν ὑπὲρ ϕιλίας καὶ συμμαχίας πρὸς τοὺς Ῥωμαίους παρώσας καὶ τὰς μὲν νομίμους καταλύων πολιτείας παρανόμους ἐϑισμοὺς ἐκαίνιζεν. 12 ἀσμένως γὰρ ὑπ᾽ αὐτὴν τὴν ἀκρόπολιν γυμνάσιον καϑίδρυσεν καὶ τοὺς κρατίστους τῶν ἐϕήβων ὑποτάσσων ὑπὸ πέτασον ἤγαγεν. 13 ἦν δ᾽ οὕτως ἀκμή τις Ἑλληνισμοῦ καὶ πρόσβασις ἀλλοϕυλισμοῦ διὰ τὴν τοῦ ἀσεβοῦς καὶ οὐκ ἀρχιερέως Ἰάσωνος ὑπερβάλλουσαν ἀναγνείαν 14 ὥστε μηκέτι περὶ τὰς τοῦ ϑυσιαστηρίου λειτουργίας προϑύμους εἶναι τοὺς ἱερεῖς, ἀλλὰ τοῦ μὲν νεὼ καταϕρονοῦντες καὶ τῶν ϑυσιῶν ἀμελοῦντες ἔσπευδον μετέχειν τῆς ἐν παλαίστρῃ παρανόμου χορηγίας μετὰ τὴν τοῦ δίσκου πρόσκλησιν, 15 καὶ τὰς μὲν πατρῴους τιμὰς ἐν οὐδενὶ τιϑέμενοι, τὰς δὲ Ἑλληνικὰς δόξας καλλίστας ἡγούμενοι. 16 ὧν καὶ χάριν περιέσχεν αὐτοὺς χαλεπὴ περίστασις, καὶ ὧν ἐζήλουν τὰς ἀγωγὰς καὶ καϑ᾽ ἅπαν ἤϑελον ἐξομοιοῦσϑαι, τούτους πολεμίους καὶ τιμωρητὰς ἔσχον· 17 ἀσεβεῖν γὰρ εἰς τοὺς ϑείους νόμους οὐ ῥᾴδιον, ἀλλὰ ταῦτα ὁ ἀκόλουϑος καιρὸς δηλώσει. 18 Ἀγομένου δὲ πενταετηρικοῦ ἀγῶνος ἐν Τύρῳ καὶ τοῦ βασιλέως παρόντος 19 ἀπέστειλεν Ἰάσων ὁ μιαρὸς ϑεωροὺς ὡς ἀπὸ Ιεροσολύμων Ἀντιοχεῖς ὄντας παρακομίζοντας ἀργυρίου δραχμὰς τριακοσίας εἰς τὴν τοῦ Ἡρακλέους ϑυσίαν, ἃς καὶ ἠξίωσαν οἱ παρακομίσαντες μὴ χρῆσϑαι εἰς ϑυσίαν διὰ τὸ μὴ καϑήκειν, εἰς ἑτέραν δὲ καταϑέσϑαι δαπάνην. 20 ἔπεσε μὲν οὖν ταῦτα διὰ μὲν τὸν ἀποστείλαντα εἰς τὴν τοῦ Ἡρακλέους ϑυσίαν, ἕνεκεν δὲ τῶν παρακομιζόντων εἰς τὰς τῶν τριηρέων κατασκευάς. 21 Ἀποσταλέντος δὲ εἰς Αἴγυπτον Ἀπολλωνίου τοῦ Μενεσϑέως διὰ τὰ πρωτοκλίσια τοῦ Φιλομήτορος βασιλέως μεταλαβὼν Ἀντίοχος ἀλλότριον αὐτὸν τῶν αὐτοῦ γεγονέναι πραγμάτων τῆς καϑ᾽ αὑτὸν ἀσϕαλείας ἐϕρόντιζεν· ὅϑεν εἰς Ιοππην παραγενόμενος κατήντησεν εἰς Ιεροσόλυμα. 22 μεγαλομερῶς δὲ ὑπὸ τοῦ Ἰάσωνος καὶ τῆς πόλεως ἀποδεχϑεὶς μετὰ δᾳδουχίας καὶ βοῶν εἰσεδέχϑη, εἶϑ οὕτως εἰς τὴν Φοινίκην κατεστρατοπέδευσεν. 23 Μετὰ δὲ τριετῆ χρόνον ἀπέστειλεν Ἰάσων Μενέλαον τὸν τοῦ προσημαινομένου Σιμωνος ἀδελϕὸν παρακομίζοντα τὰ χρήματα τῷ βασιλεῖ καὶ περὶ πραγμάτων ἀναγκαίων ὑπομνηματισμοὺς τελέσοντα. 24 ὁ δὲ συσταϑεὶς τῷ βασιλεῖ καὶ δοξάσας αὐτὸν τῷ προσώπῳ τῆς ἐξουσίας εἰς ἑαυτὸν κατήντησεν τὴν ἀρχιερωσύνην ὑπερβαλὼν τὸν Ἰάσωνα τάλαντα ἀργυρίου τριακόσια. 25 λαβὼν δὲ τὰς βασιλικὰς ἐντολὰς παρεγένετο τῆς μὲν ἀρχιερωσύνης οὐδὲν ἄξιον ϕέρων, ϑυμοὺς δὲ ὠμοῦ τυράννου καὶ ϑηρὸς βαρβάρου ὀργὰς ἔχων. 26 καὶ ὁ μὲν Ἰάσων ὁ τὸν ἴδιον ἀδελϕὸν ὑπονοϑεύσας ὑπονοϑευϑεὶς ὑϕ᾽ ἑτέρου ϕυγὰς εἰς τὴν Αμμανῖτιν χώραν συνήλαστο. 27 ὁ δὲ Μενέλαος τῆς μὲν ἀρχῆς ἐκράτει, τῶν δὲ ἐπηγγελμένων τῷ βασιλεῖ χρημάτων οὐδὲν εὐτάκτει· 28 ποιουμένου δὲ τὴν ἀπαίτησιν Σωστράτου τοῦ τῆς ἀκροπόλεως ἐπάρχου, πρὸς τοῦτον γὰρ ἦν ἡ τῶν διαϕόρων πρᾶξις· δι᾽ ἣν αἰτίαν οἱ δύο ὑπὸ τοῦ βασιλέως προσεκλήϑησαν, 29 καὶ ὁ μὲν Μενέλαος ἀπέλιπεν τῆς ἀρχιερωσύνης διάδοχον Λυσίμαχον τὸν ἑαυτοῦ ἀδελϕόν, Σώστρατος δὲ Κράτητα τὸν ἐπὶ τῶν Κυπρίων. 30 Τοιούτων δὲ συνεστηκότων συνέβη Ταρσεῖς καὶ Μαλλώτας στασιάζειν διὰ τὸ Ἀντιοχίδι τῇ παλλακῇ τοῦ βασιλέως ἐν δωρεᾷ δεδόσϑαι. 31 ϑᾶττον οὖν ὁ βασιλεὺς ἧκεν καταστεῖλαι τὰ πράγματα καταλιπὼν τὸν διαδεχόμενον Ἀνδρόνικον τῶν ἐν ἀξιώματι κειμένων. 32 νομίσας δὲ ὁ Μενέλαος εἰληϕέναι καιρὸν εὐϕυῆ χρυσώματά τινα τῶν τοῦ ἱεροῦ νοσϕισάμενος ἐχαρίσατο τῷ Ἀνδρονίκῳ καὶ ἕτερα ἐτύγχανεν πεπρακὼς εἴς τε Τύρον καὶ τὰς κύκλῳ πόλεις. 33 ἃ καὶ σαϕῶς ἐπεγνωκὼς ὁ Ονιας ἀπήλεγχεν ἀποκεχωρηκὼς εἰς ἄσυλον τόπον ἐπὶ Δάϕνης τῆς πρὸς Ἀντιόχειαν κειμένης. 34 ὅϑεν ὁ Μενέλαος λαβὼν ἰδίᾳ τὸν Ἀνδρόνικον παρεκάλει χειρώσασϑαι τὸν Ονιαν· ὁ δὲ παραγενόμενος ἐπὶ τὸν Ονιαν καὶ πεισϑεὶς ἐπὶ δόλῳ καὶ δεξιασϑεὶς μεϑ᾽ ὅρκων δοὺς δεξιάν, καίπερ ἐν ὑποψίᾳ κείμενος, ἔπεισεν ἐκ τοῦ ἀσύλου προελϑεῖν, ὃν καὶ παραχρῆμα παρέκλεισεν οὐκ αἰδεσϑεὶς τὸ δίκαιον. 35 δι᾽ ἣν αἰτίαν οὐ μόνον Ιουδαῖοι, πολλοὶ δὲ καὶ τῶν ἄλλων ἐϑνῶν ἐδείναζον καὶ ἐδυσϕόρουν ἐπὶ τῷ τοῦ ἀνδρὸς ἀδίκῳ ϕόνῳ. 36 τοῦ δὲ βασιλέως ἐπανελϑόντος ἀπὸ τῶν κατὰ Κιλικίαν τόπων ἐνετύγχανον οἱ κατὰ πόλιν Ιουδαῖοι συμμισοπονηρούντων καὶ τῶν Ἑλλήνων ὑπὲρ τοῦ παρὰ λόγον τὸν Ονιαν ἀπεκτονῆσϑαι. 37 ψυχικῶς οὖν ὁ Ἀντίοχος ἐπιλυπηϑεὶς καὶ τραπεὶς ἐπὶ ἔλεος καὶ δακρύσας διὰ τὴν τοῦ μετηλλαχότος σωϕροσύνην καὶ πολλὴν εὐταξίαν 38 καὶ πυρωϑεὶς τοῖς ϑυμοῖς παραχρῆμα τὴν τοῦ Ἀνδρονίκου πορϕύραν περιελόμενος καὶ τοὺς χιτῶνας περιρρήξας περιαγαγὼν καϑ᾽ ὅλην τὴν πόλιν ἐπ᾽ αὐτὸν τὸν τόπον, οὗπερ τὸν Ονιαν ἠσέβησεν, ἐκεῖ τὸν μιαιϕόνον ἀπεκόσμησεν τοῦ κυρίου τὴν ἀξίαν αὐτῷ κόλασιν ἀποδόντος. 39 Γενομένων δὲ πολλῶν ἱεροσυλημάτων κατὰ τὴν πόλιν ὑπὸ τοῦ Λυσιμάχου μετὰ τῆς τοῦ Μενελάου γνώμης καὶ διαδοϑείσης ἔξω τῆς ϕήμης ἐπισυνήχϑη τὸ πλῆϑος ἐπὶ τὸν Λυσίμαχον χρυσωμάτων ἤδη πολλῶν διενηνεγμένων. 40 ἐπεγειρομένων δὲ τῶν ὄχλων καὶ ταῖς ὀργαῖς διεμπιπλαμένων καϑοπλίσας ὁ Λυσίμαχος πρὸς τρισχιλίους κατήρξατο χειρῶν ἀδίκων προηγησαμένου τινὸς Αυρανου προβεβηκότος τὴν ἡλικίαν, οὐδὲν δὲ ἧττον καὶ τὴν ἄνοιαν· 41 συνιδόντες δὲ καὶ τὴν ἐπίϑεσιν τοῦ Λυσιμάχου συναρπάσαντες οἱ μὲν πέτρους, οἱ δὲ ξύλων πάχη, τινὲς δὲ ἐκ τῆς παρακειμένης σποδοῦ δρασσόμενοι ϕύρδην ἐνετίνασσον εἰς τοὺς περὶ τὸν Λυσίμαχον· 42 δι᾽ ἣν αἰτίαν πολλοὺς μὲν αὐτῶν τραυματίας ἐποίησαν, τινὰς δὲ καὶ κατέβαλον, πάντας δὲ εἰς ϕυγὴν συνήλασαν, αὐτὸν δὲ τὸν ἱερόσυλον παρὰ τὸ γαζοϕυλάκιον ἐχειρώσαντο. 43 περὶ δὲ τούτων ἐνέστη κρίσις πρὸς τὸν Μενέλαον. 44 καταντήσαντος δὲ τοῦ βασιλέως εἰς Τύρον ἐπ᾽ αὐτοῦ τὴν δικαιολογίαν ἐποιήσαντο οἱ πεμϕϑέντες τρεῖς ἄνδρες ὑπὸ τῆς γερουσίας. 45 ἤδη δὲ λελειμμένος ὁ Μενέλαος ἐπηγγείλατο χρήματα ἱκανὰ τῷ Πτολεμαίῳ Δορυμένους πρὸς τὸ πεῖσαι τὸν βασιλέα. 46 ὅϑεν ἀπολαβὼν ὁ Πτολεμαῖος εἴς τι περίστυλον ὡς ἀναψύξοντα τὸν βασιλέα μετέϑηκεν, 47 καὶ τὸν μὲν τῆς ὅλης κακίας αἴτιον Μενέλαον ἀπέλυσεν τῶν κατηγορημένων, τοῖς δὲ ταλαιπώροις, οἵτινες, εἰ καὶ ἐπὶ Σκυϑῶν ἔλεγον, ἀπελύϑησαν ἀκατάγνωστοι, τούτοις ϑάνατον ἐπέκρινεν. 48 ταχέως οὖν τὴν ἄδικον ζημίαν ὑπέσχον οἱ περὶ πόλεως καὶ δήμων κ&